Δοξαστικόν των Αίνων
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Μεθ᾿ ἡμέρας ὀκτὼ τῆς Ἐγέρσεώς σου Ἰησοῦ βασιλεῦ,
μονογενὲς Λόγε τοῦ Πατρός, ὤφθης τοῖς Μαθηταῖς σου, κεκλεισμένων τῶν θυρῶν, τὴν εἰρήνην σου παρεχόμενος· καὶ τῷ ἀπιστοῦντι Μαθητῇ τοὺς τύπους ἔδειξας. Δεῦρο ψηλάφησον τὰς χεῖρας, καὶ τοὺς πόδας, καὶ τὴν ἀκήρατόν μου πλευράν· ὁ δὲ πεισθεὶς ἐβόα σοι· Ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου