23/1/15

Ἡ πρόταση τοῦ Μητροπολίτου Ναυπάκτου Ἱεροθέου γιὰ τὴν ἁγιοκατάταξη τοῦ Ὁσἰου Παϊσίου

Φωτογραφία τοῦ Ἁγίου Παϊσίου ποὺ τράβηξε
ὁ Μητροπολίτης Ναυπάκτου κ. Ἱεροθέος, (1977)
Ἱερὰ Μητρόπολις Ναυπάκτου καὶ Ἁγίου Βλασίου
Ἀριθ. Πρωτ. 437
Ἐν Ναυπάκτῳ τῇ 30ῃ Ἰουλίου 2004
Τῇ Αὐτοῦ Θειοτάτῃ Παναγιότητι
τῷ Ἀρχιεπισκόπῳ Κωνσταντινουπόλεως, Νέας Ρώμης
καί Οἰκουμενικῷ Πατριάρχῃ
Κυρίῳ Κυρίῳ Βαρθολομαίῳ
εἰς Βασιλεύουσαν

Παναγιώτατε Πάτερ καί Δέσποτα,
Δημιουργηθείς ὁ ἄνθρωπος κατ' εἰκόνα Θεοῦ καί καθ' ὁμοίωσιν Αὐτοῦ φέρεται ἐπί τήν τελειότητα, ἐπεί τό κατ' εἰκόνα δυνάμει ὁμοίωσίς ἐστι καί τό καθ᾿ ὁμοίωσιν ἐνεργείᾳ κατ΄ εἰκόνα ἐστί. Ἡ μόνη ἀληθής αὕτη ἐξέλιξις τοῦ ἀνθρώπου, ἐκ τοῦ κατ' εἰκόνα ἄρχεται καί εἰς τό καθ' ὁμοίωσιν, ἄλλως πως κατά Χάριν θέωσιν, ἀεικινήτως καί ἀενάως καταλήγει, ὡς «ἀεικίνητος στάσις» καί «στάσιμος κίνησις».
Ὁ τά θεῖα σαφῶν ἅγιος Μάξιμος ὁ Ὁμολογητής ἀναλύει θεολογικῶς: «Τάς μέν ἐκζητικάς τε καί ἐξερευνητικάς τῶν θείων δυνάμεις οὐσιωδῶς ἔχει καταβεβλημένας αὐτῇ παρά τοῦ κτίσαντος, κατ᾿ αὐτήν τήν εἰς τό εἶναι πάροδον, ἡ τῶν ἀνθρώπων φύσις, τάς δέ τῶν θείων ἀποκαλύψεις κατά χάριν ἡ τοῦ Παναγίου Πνεύματος ἐπιφοιτῶσα ποιεῖται δύναμις».
Ἕνεκεν τούτου τό Πνεῦμα τό Ἅγιον ἐν τῇ Παλαιᾷ Διαθήκῃ παραγγέλλει τοῖς ἀγαπῶσι τήν ἀνάπτυξιν τῆς θεοειδοῦς αὐτῶν κατασκευῆς καί τήν ἀνεύρεσιν τοῦ κεκρυμμένου ἐν αὐτοῖς θησαυροῦ, ἤγουν τῆς οὐτωσί λεγομένης ὑποστατικῆς ἀρχῆς, καί «ἠγαπηκόσι τήν ἐπιφάνειαν» τῆς δόξης τοῦ Μεγάλου Θεοῦ (Α΄ Τιμ. δ’, 8), «Ἅγιοι ἔσεσθε, ὅτι ἐγώ ἅγιος, Κύριος ὁ Θεός ὑμῶν» (Λευϊτ. ιθ’, 2). Καί ὁ πρωτοκορυφαῖος Ἀπόστολος Πέτρος, ἡ πέτρα τῆς πίστεως, παραγγέλλει τοῖς Χριστιανοῖς: «κατά τόν καλέσαντα ὑμᾶς ἅγιον καί αὐτοί ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε, διότι γέγραπται• ἅγιοι γίνεσθε, ὅτι ἐγώ ἅγιός εἰμι» (Α’ Πέτρου α’, 15-16).
Ἀληθινόν καί οὐχί μυστικόν Σῶμα τοῦ Χριστοῦ ἡ Ἐκκλησία ἐστίν, κεφαλή δέ αὐτῆς ὁ Χριστός ἐστιν, καί οἱ ἅγιοι, οἱ ἑνωθέντες μετ᾿ Αὐτοῦ πράξει καί γνώσει καί πίστει καί θεωρίᾳ, μέλη τίμια τοῦ Σώματος Αὐτοῦ εἰσι, διό καί ὀνομάζονται ἅγιοι «διά τόν ἅγιον οὗ μετέχουσι». Οὐκ ἔστι κεφαλή χωρίς τοῦ σώματος καί οὐκ ἔστι σῶμα χωρίς τῆς κεφαλῆς. Κατά τόν μέγαν τῶν Ἐθνῶν Ἀπόστολον Παῦλον «καί αὐτόν ἔδωκε κεφαλήν ὑπέρ πάντα τῇ ἐκκλησίᾳ, ἥτις ἐστί τό σῶμα αὐτοῦ, τό πλήρωμα τοῦ τά πάντα ἐν πᾶσι πληρουμένου» (Ἐφ. α’, 22-23), καί κατά τόν ἅγιον Συμεών τοὐπίκλην Θεολόγον «ἕν σῶμα πάντες εἶναι μετά Χριστοῦ ὀφείλουσιν οἱ ἀπ᾿ αἰῶνος ἅγιοι».
Ἐν τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ ἀναπαύεται ὁ Κύριος, οὗτοι δίκαιοί εἰσιν καί ἀγαλλιῶνται, εὐθεῖς τῇ καρδίᾳ εἰσίν καί αἰνοῦσι τόν Θεόν, κατά τόν μέγαν προφητάνακτα «ἀγαλλιᾶσθε, δίκαιοι, ἐν Κυρίῳ• τοῖς εὐθέσι πρέπει αἴνεσις» (Ψαλ. λβ’, 1), διό καί θεωροῦνται καί λέγονται «ἐπίγειοι ἄγγελοι, οὐράνιοι ἄνθρωποι». «Καί εἰ καί ἐπαναπαύεται Θεός ἐν τοῖς ἁγίοις, ἀλλ᾿ ἐν Θεῷ οἱ ἅγιοι ζῶσί τε καί κινοῦνται, βαδίζοντες ἐν τῷ Φωτί ὥσπερ ἐπί ἐδάφους», ὡς ὁ ἐν ἁγίοις Πατήρ ἡμῶν Συμεών ὁ Νέος Θεολόγος ἔφη. Κατά τόν ἕτερον δέ τῆς Ἐκκλησίας Θεολόγον, ἤγουν τόν ἅγιον Γρηγόριον, Ἀρχιεπίσκοπον Κωνσταντινουπόλεως, «οὐδέν ὅλως Θεοῦ, ἤ ὀλίγον, ἐν ἡμῖν αὐτοῖς φέροντες, ἀλλ᾿ ὅλοι θεοειδεῖς, ὅλου Θεοῦ χωρητικοί καί μόνου. Τοῦτο γάρ ἡ τελείωσις, πρός ἥν σπεύδομεν» καί ἥν οἱ ἅγιοι ἐπέτυχον Χάριτι Θεοῦ.
Οἱ μεμαρτυρημένοι ἅγιοι ἔλαβον τό χρῖσμα τοῦ Ἁγίου Πνεύματος, τέλειοι Χριστιανοί ἐκ τούτου ὀνομασθέντες, καί οὕτω κεχρισμένοι Προφῆται ἀπεδείχθησαν ἐν λόγοις καί ἔργοις, ἐν διδαχαῖς καί θαύμασιν. Ὁ πολύς τά θεῖα ἅγιος Μακάριος ὁ Αἰγύπτιος φησίν: «Ὥσπερ γάρ ἐπί τῶν προφητῶν τό χρῖσμα ἦν ὅλων τιμιώτερον, ἐπειδή εἰς βασιλεῖς καί προφήτας ἐχρίοντο, οὕτω νῦν οἱ πνευματικοί τό ἐπουράνιον χρῖσμα χριόμενοι γίνονται Χριστοί κατά Χάριν, ὥστε εἶναι αὐτούς βασιλεῖς καί προφήτας ἐπουρανίων μυστηρίων. Οὗτοί εἰσιν καί υἱοί καί κύριοι καί Θεοί, δεδεμένοι, ἠχμαλωτισμένοι, βεβυθισμένοι, ἐσταυρωμένοι, ἀφιερωμένοι». Οὗτοι, κατά τόν αὐτόν ἅγιον Πατέρα, «υἱοί εἰσιν τοῦ φωτός καί τῆς διακονίας τῆς Καινῆς Διαθήκης ἐν τῷ Πνεύματι τῷ ἁγίῳ, οὗτοι παρά ἀνθρώπων οὐδέν μανθάνουσι• θεοδίδακτοι γάρ εἰσίν. Αὐτή γάρ ἡ χάρις ἐπιγράφει ἐν ταῖς καρδίαις αὐτῶν τούς νόμους τοῦ Πνεύματος». Διό καί οἱ Χριστιανοί πληροφορίαν ἔχουσι τῶν λόγων τοῦ Θεοῦ οὐ μόνον ἐκ τῶν Γραφῶν, ἀλλά καί ἐκ τῶν θεουμένων ἀνδρῶν καί γυναικῶν, διότι «καί εἰς πλάκας τῆς καρδίας ἡ χάρις τοῦ Θεοῦ ἐγγράφει τούς νόμους τοῦ Πνεύματος καί τά ἐπουράνια μυστήρια». Καί τοῦτο κατάδηλόν ἐστι τοῖς πᾶσι, ἐπεί κατά τόν λόγον τοῦ τῆς Κλίμακος ἁγίου Ἰωάννου «ὥσπερ ὁ ἀρώματα βαστάζων ἐλέγχεται ὑπό τῆς ὀσμῆς καί μή θέλων, οὕτως ὁ πνεῦμα Κυρίου ἔχων, ἐκ τῶν ἑαυτοῦ λόγων γνωρίζεται, καί τῆς ταπεινώσεως».
Ὁ μέγας τῆς Δαμασκοῦ ἅγιος Ἰωάννης, γράφων περί τῶν ἁγίων, ὀρθοδόξως διδάσκει: «Τιμητέον τούς ἁγίους ὡς φίλους Χριστοῦ, ὡς τέκνα καί κληρονόμους Θεοῦ». «Οἱ ἅγιοι θεοί τε καί κύριοι καί βασιλεῖς... οὐ φύσει, ἀλλ᾿ ὡς τῶν παθῶν βασιλεύσαντας καί κυριεύσαντας καί τήν τῆς θείας εἰκόνος ὁμοίωσιν, καθ᾿ ἥν καί γεγένηνται ἀπαραχάρακτον φυλάξαντας (βασιλεύς γάρ λέγεται καί ἡ τοῦ βασιλέως εἰκών) καί ἑνωθέντας Θεῷ κατά προαίρεσιν καί τοῦτον δεξαμένους, ἔνοικον καί τῇ τοῦτου μεθέξει γεγονότας χάριτι, ὅπερ αὐτός ἐστι φύσει». Καί ἐρωτᾶ: «Πῶς οὖν οὐ τιμητέον τούς θεράποντας καί φίλους καί υἱούς τοῦ Θεοῦ χρηματίσαντας;». Οἱ ἅγιοι «ταμιεῖα Θεοῦ καί καθαρά γεγόνασι καταγώγια», μετέχουσι τοῦ φωτός τῆς ὄντως ζωῆς, τοῦ φωτός τοῦ Θεοῦ, «τοῦ φωτίζοντος πάντα ἄνθρωπον ἐρχόμενον εἰς τόν κόσμον», διότι «ζωή ἐστιν ὁ Θεός καί φῶς καί οἱ ἐν χειρί Θεοῦ ὄντες ἐν ζωῇ καί φωτί ὑπάρχουσιν». Τούτων οὕτως ἐχόντων «πῶς οὖν οὐ τιμητέον τούς ἐμψύχους ναούς τοῦ Θεοῦ, τά ἔμψυχα τοῦ Θεοῦ σκηνώματα;».
Ἡ ἐνοικοῦσα ἐν τοῖς ἁγίοις Χάρις καί ἐνέργεια τοῦ ἐν Τριάδι ἁγίου Θεοῦ μαρτυρεῖ περί τούτων διά λόγων καί σημείων, διά τῶν πνευματικῶν ἀλλοιώσεων τῶν ψυχῶν τε καί σωμάτων καί εἶτα διά τῶν ἐνεργουμένων θαυμάτων. Διά γάρ τῶν ἁγίων, ὡς κατοικητηρίων ὄντων τοῦ Τριαδικοῦ Θεοῦ, «δαίμονες ἀπελαύνονται, ἀσθενεῖς θεραπεύονται, τυφλοί ἀναβλέπουσι, λεπροί καθαίρονται, πειρασμοί καί ἀνίαι λύονται, πᾶσα δόσις ἀγαθή ἐκ τοῦ Πατρός τῶν φώτων δι᾿ αὐτῶν τοῖς ἀδιστάκτῳ πίστει αἰτοῦσι κάτεισι», κατά τόν τῆς Δαμασκοῦ ἅγιον Ἰωάννην. Διό καί οἱ Χριστιανοί ἐγείρουσιν ναούς ἐπ᾿ ὀνόματι αὐτῶν, γεραίρουσιν τάς μνήμας αὐτῶν, εὐφραινόμενοι πνευματικῶς, ὑψώνουσι στήλας καί εἰκόνας, ἵνα καί αὐτοί ὁρῶντες ταῦτα γένωνται «ἔμψυχαι στῆλαι καί εἰκόνες αὐτῶν τῇ τῶν ἀρετῶν μιμήσει».
Πάντα ταῦτά ἐν γνώσει εἰσί τοῖς ἀκολουθοῦσιν τήν διδασκαλίαν τῶν θεοφόρων Πατέρων καί μετέχουσιν τοῦ τῆς Ἐκκλησίας φρονήματος, τοῖς ζῶσιν καί πολιτευομένοις «κατά τάς τῶν ἁγίων θεοπνεύστους θεολογίας καί τό τῆς Ἐκκλησίας εὐσεβές φρόνημα». Ἴσασιν γάρ οἱ μεμυημένοι ὅτι οὐκ ἀπέλιπεν ἡ Χάρις ἐνεργεῖν τά μυστήρια αὐτῆς καί ἀναδεικνύειν καθ΄ ἑκάστην γενεάν τούς φίλους καί ἀδελφούς τοῦ Χριστοῦ, τούς μετέχοντας τῆς ἁγιότητος Αὐτοῦ καί συνδεδεμένους μετά τῆς ἁγίας Κεφαλῆς τῆς Ἐκκλησίας, ἤγουν τοῦ Χριστοῦ.
Κατά τόν νέον τῆς θεολογίας ἐπώνυμον ἅγιον Συμεών «γεγόνασιν τοιοῦτοι καί μέχρι τοῦ νῦν γίνονται, οὐ λέγω μετά θάνατον μόνον, ἀλλά καί ἔτι ἐν τῷ παρόντι βίῳ διάγοντες, πᾶσα μέν τοῦτο θεόπνευστος διδάσκει Γραφή, πάντες δέ τοῦτο συμμαρτυροῦσι διά τῆς αὐτῶν πολιτείας οἱ ἅγιοι». Ἡ Ἐκκλησία, ὡς Σῶμα Χριστοῦ καί κοινωνία θεώσεως, οὔτε ὅλως ἀπηρτίσθη οὔτε ὁ ἄνω κόσμος ἐπληρώθη, ἀλλ᾿ ἀναμένει καί ἕτερα μέλη αὐτῆς, κατά τόν λόγον τοῦ Χριστοῦ εἰρηκότος: «καί ἄλλα πρόβατα ἔχω, ἅ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης• κἀκεῖνά με δεῖ ἀγαγεῖν, καί τῆς φωνῆς μου ἀκούσουσι, καί γενήσεται μία ποίμνη, εἷς ποιμήν» (Ἰω. ι’, 16). Κατά τόν ἅγιον Συμεών τόν νέον Θεολόγον «ἐπεί δέ σῶμα Χριστοῦ καί νύμφη Χριστοῦ καί κόσμος ὁ ἄνω καί ναός Θεοῦ ἡ ἐκκλησία ἐστί, τά δέ μέλη τοῦ σώματος αὐτοῦ οἱ ἅγιοι καθεστήκασιν πάντες, οὔπω δέ οἱ πάντες παρήχθησαν ἤ εὐηρέστησαν, οὐδέ τό σῶμα δηλονότι ὁλόκληρόν ἐστι τοῦ Χριστοῦ, οὔτε ὁ ἄνω κόσμος πεπλήρωται, αὐτός οὗτος τῆς τοῦ Θεοῦ Ἐκκλησίας φημί». Ἄλλως τε οἱ ἅγιοι, ζῶντες ἐν ταπεινότητι βίου, κρύπτουσιν ἑαυτούς, διότι κατά τόν τήν γλῶτταν χρυσορρήμονα ἅγιον Ἰωάννην «πάντων ὄντες μείζους, πάντων μᾶλλον ἑαυτούς ἐταπείνουν». Ἀλλ᾿ ὅμως ὁ Θεός, κατά τόν αὐτόν θεοφόρον Πατέρα, «διά τοῦτο κρυπτομένους φανεροῖ τούς ἁγίους αὐτοῦ, ἵνα οἱ μέν ζηλῶσι τούτους, οἱ δέ ἀναπολόγητοι γένωνται».
Αὕτη ἡ πίστις τῆς Ἐκκλησίας ἐστί περί τῆς ὑπάρξεως ἁγίων ζώντων καί κινουμένων ἐν μέσῳ ἡμῶν, ὥστε οἱ λέγοντες τἀναντία αἵρεσιν κηρύσσουσιν καί αἱρετικοί καλοῦνται. Ὁ πολύς τά θεῖα Συμεών ὁ νέος Θεολόγος φησίν: «Καί ἐκείνους ὀνομάζω αἱρετικούς τούς λέγοντας μή εἶναί τινα ἐν τοῖς καθ᾿ ἡμᾶς χρόνοις καί ἐν μέσῳ ἡμῶν τόν δυνάμενον φυλάξαι τάς εὐαγγελικάς ἐντολάς καί κατά τούς ἁγίους γενέσθαι πατέρας».
Τοιαύτην γνῶσιν ἔχων ὁ θεῖος οὗτος Πατήρ καί ἀναφερόμενος εἰς τόν πνευματικόν αὐτοῦ πατέρα, Συμεών τόν Εὐλαβῆ, οὗ τήν θεοειδῆ ζωήν ἑώρακεν τοῖς ἰδίοις αὐτοῦ ὀφθαλμοῖς καί τούς λόγους αὐτοῦ ἤκουσεν τοῖς ἰδίοις αὐτοῦ ὠσίν καί αἱ χεῖρες αὐτοῦ ἔψαυσαν, φησί: «οἷον νῦν καί τόν ἅγιον πατέρα ἡμῶν ἔγνωμεν τόν Στουδιώτην, ἐν τῇ καθ᾿ ἡμᾶς γενόμενον γενεᾷ, καί οὐ μόνον αὐτόν, ἀλλά καί τινάς ἄλλους τῶν αὐτοῦ μαθητῶν, διά τῶν αὐτοῦ δεήσεων καί εὐχῶν, ἀφάτῳ φιλανθρωπίᾳ τοῦ ὑπεραγάθου Θεοῦ τό τοιοῦτο καταξιωθέντας, ὡς ἔφην, καλοῦ». Ὁμιλῶν περί τοῦ πνευματικοῦ αὐτοῦ πατρός, τοῦ Συμεών τοῦ Εὐλαβοῦς, λέγει: «Ἐκοπίασεν ὁ μακάριος πατήρ ἡμῶν καί ἅγιος Συμεών, ὡς πολλούς τῶν πάλαι ἁγίων πατέρων ὑπερβαλέσθαι, θλίψεις δέ καί πειρασμούς τοσούτους ὑπέμεινε, ὡς ἐξισωθῆναι πολλοῖς τῶν περιφανεστέρων ἐν μάρτυσι. Διά ταῦτα οὖν ἐδοξάσθη ἀπό τοῦ Θεοῦ καί ἐγένετο ἀπαθής καί ἅγιος, λαβών ἐν ἑαυτῷ ὅλον, ὡς εἰπεῖν, τόν Παράκλητον...».
Παναγιώτατε Πάτερ καί Δέσποτα,
Τοιοῦτον ἅγιον ἐγνώκαμεν ἐν ταῖς ἡμέραις ἡμῶν, ἐν αἷς πολλοί ψευδοπροφῆται ἠγέρθησαν ἐξ ἀνατολῶν καί δυσμῶν καί πλανῶσιν πολλούς, καί δή ἐκλεκτούς, κατά τά μέτρα τοῦ κόσμου τούτου, «καί διά τό πληθυνθῆναι τήν ἀνομίαν» ἐψύγη «ἡ ἀγάπη τῶν πολλῶν», κατά τόν λόγον τοῦ Κυρίου Ἰησοῦ (Ματθ. κδ’, 11-12) καί οὕτω μαρτυροῦμεν περί αὐτοῦ.
Ὁ λόγος ἡμῶν περί τοῦ ἐκ κοιλίας μητρός αὐτοῦ εὐλογηθέντος ὑπό μακαρίου ἀνδρός, τοῦ ὁσίου Πατρός ἡμῶν Ἀρσενίου, λέγω, τοῦ Καππαδόκου, καί ἀπό βρέφους τῷ Θεῷ διά τῶν τιμίων καί ἁγίων αὐτοῦ χειρῶν προσενεγκόντος, λαβόντος δέ τό ὄνομα καί τήν χάριν αὐτοῦ, καί ἀπό νεότητος αὐτοῦ ὅλον τόν πόθον πρός Θεόν ἀνατείναντος καί οὕτω ἐν ὁσιότητι ζήσαντος καί ἐν ὁσιότητι, οὐ μήν ἀλλά καί ἐν μαρτυρίῳ, κοιμηθέντος πατρός Παϊσίου τοῦ Ἁγιορείτου ἐστίν, τοῦ ἀθλήσαντος ἐν Κονίτσῃ, ἐν ἁγιωνύμῳ Ὄρει, ἐν θεοβαδίστῳ Ὄρει Σινᾷ καί αὖθις ἐπανελθόντος ἐν Ἁγίῳ Ὄρει. Οὗτος διῆγεν κοινοβιακόν, ἰδιόρρυθμον, ἡσυχαστικόν, ἐρημικόν καί σκητιωτικόν βίον ἐν τῷ πλάτει καί βάθει αὐτῶν καί ἀνῆλθεν εἰς ὕψος θεοπτίας καί οὕτω πεῖραν ἔλαβεν οὐ μικράν, καθοδηγῶν διακριτικῶς καί ἀπλανῶς πάντας, ἐγγάμους τε καί ἀγάμους, νέους τε μεσήλικάς τε καί γέροντας, ἀναρχικούς τε καί εὐλαβεῖς, εἰς τήν μοναχικήν πολιτείαν καί τήν κατά Χριστόν ζωήν.
Οὗτος, ὡς οἱ πάντες διαβεβαιοῦσιν, γραφαῖς τε καί διηγήμασιν, φίλος ἦν Χριστοῦ, τέκνον Θεοῦ, καταγώγιον ἱερόν καί τίμιον τοῦ Παντάνακτος Βασιλέως τῆς δόξης, φίλος καί θεατής τῶν ἁγίων, κεχρισμένος ὑπό τοῦ Ἁγίου Πνεύματος, ἐσταυρωμένος τῷ τῆς ἀσκήσεως καί τοῦ μαρτυρίου τῆς συνειδήσεως καί τῆς ἀγάπης σταυρῷ, καί ἀφιερωμένος ὅλως Θεῷ, ὡς καί υἱός τοῦ φωτός καί θεοδίδακτος τῶν μυστηρίων θεατής τε καί ἐκφραστής, βυθός ταπεινώσεως καί μετανοίας, ἐραστής ἀσκήσεως πέραν τῶν ἀνθρωπίνων, θεατής τοῦ κάλλους τοῦ Θεοῦ, τά ἀρώματα τοῦ θείου Πνεύματος ἐν τῷ ὀστρακίνῳ αὐτοῦ σκεύει βαστάζων, συνελόντι εἰπεῖν, «ὑπερόπτης τῶν κάτω καί παρεπίδημος, ἐραστής καί θεατής τῶν ἄνω καί ἐρημοπολίτης».
 Ἐπιλείψει με ὁ χρόνος διηγούμενον περί τοῦ ὁσίου τούτου ἀνδρός, τοῦ κλεΐσαντος τόν ἱερόν Ἄθωνα. Ἰσχύει δέ περί τοῦ ὁσίου τούτου τό λεγόμενον ὑπό τοῦ ἐν ἁγίοις Πατρός ἡμῶν Γρηγορίου, Ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ, περί τοῦ Νικηφόρου τοῦ Ὁμολογητοῦ: «βίον μέν αἱρεῖται καί ἀκριβέστερον, δηλαδή τόν μονήρη, τόπον δέ πρός κατοικίαν τόν τῆς ἁγιωσύνης ἐπώνυμον, ἐν μεθορίῳ κόσμου καί τῶν ὑπερκοσμίων (Ἄθως οὗτός ἐστιν, ἡ τῆς ἀρετῆς ἑστία) ἐνδιαιτᾶσθαι προθυμηθείς».
Ἔπαθεν τά θεῖα ὁ εὐλογημένος οὗτος ἀνήρ καί ἔμαθεν τά θεῖα. Πεῖραν ἔλαβεν καί οὗτος, ὡς καί ἅπας ὁ τῶν ἁγίων καί ὁσίων Πατέρων χορός, τῆς κατά Θεόν ἡσυχαστικῆς-νηπτικῆς μεθόδου ἀναβάσεως, ἤτοι τῆς «πρακτικῆς φιλοσοφίας», «φυσικῆς θεωρίας» καί «μυστικῆς θεολογίας», φθάσας οὕτως εἰς ὕψος τελειότητος, ὡς ὁριοθετεῖ τήν πορείαν ταύτην τῶν θεουμένων σοφῶς καί σαφῶς ὁ θεῖος Μάξιμος. Ἔμαθε δέ τί ἐστιν τό ὑπό τοῦ ὁσίου Πατρός ἡμῶν Νικοδήμου τοῦ Ἁγιορείτου περί τῆς Φιλοκαλίας τῶν ἱερῶν νηπτικῶν γραφέν, ὅτι ὁ νοῦς «διά τῆς κατά τήν πρᾶξιν καί θεωρίαν ἠθικῆς φιλοσοφίας καθαίρεται, φωτίζεται καί τελειοῦται». Αὕτη γάρ ἡ ἐν ἡσυχίᾳ μέθοδος τεκμήριόν ἐστιν τῆς ἐν αὐτῷ ὑπαρχούσης ἀκτίστου Χάριτος τῆς διακρινομένης σαφῶς ἀπό πάσης ἐνεργείας ἑτέρας κτίσεως. Καί οὕτως ὁ ἱερός οὗτος Πατήρ διά τῆς μεθέξεως τῆς καθαρτικῆς, φωτιστικῆς καί θεοποιοῦ ἐνεργείας τοῦ Θεοῦ ἑώρακεν ἀοράτως, ἀκήκοεν ἀνηκούστως, μετέσχηκεν ἀμεθέκτως τοῦ ἐν Τριάδι Ἁγίου Θεοῦ. Ὄντως ἡ ἀπλανής αὕτη μέθοδος κατέστησεν τοῦτον, ὡς καί ἅπαντας τούς ἀγωνιζομένους, φίλον Χριστοῦ. Ὁ ὅσιος οὗτος μοναχός ἀληθής ἡσυχαστής καί νηπτικός ἐστιν, παλαίων ὡς ἄλλος Ἰακώβ μετά τοῦ Θεοῦ, διά τῆς πράξεως, διό καί «ἀληθῶς Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστι» (Ἰω. α΄, 48), δύναται κληθῆναι, ὡς μετά τοῦ Θεοῦ ἐνισχύων, ὡς ὁρῶν τόν Θεόν καί ὁρώμενος ὑπ' Αὐτοῦ, διά τῆς θεωρίας· «πρᾶξις γάρ, ὡς ἀληθῶς, ἐπίβασις τῆς ὡς ἀληθῶς θεωρίας ἤ θεοπτίας, εἰπεῖν οἰκειότερον, ἥ μόνη δεῖγμα τῆς ὡς ἀληθῶς εὐεκτούσης ψυχῆς», κατά τόν ἁγιορείτην ἅγιον Γρηγόριον Παλαμᾶν.
Εἰς τόν συγγραφέντα ἔναγχος βίον αὐτοῦ, ὑπό τῶν αὐτοῦ μαθητῶν, τῶν ἐχόντων ἀληθῆ μαρτυρίαν, ὅν καί ἀποστέλλομεν ὑμῖν συνημμένως, καταγράφεται ἐν ἀληθείᾳ ὁ κατά Χριστόν βίος τοῦ μακαρίου καί εὐλογημένου τούτου ἀνδρός, ἤγουν ὁ ἐν ὑπερμέτρῳ, Χάριτι Θεοῦ, ἀσκήσει καί γνώσει τῶν μυστηρίων βίος αὐτοῦ, ἐπεί, κατά τόν ἅγιον Ἰσαάκ, «ἡ ἄσκησις μήτηρ τοῦ ἁγιασμοῦ ἐστιν. Ἐξ οὗ γεννᾶται ἡ πρώτη γεῦσις τῆς αἰσθήσεως τῶν μυστηρίων Χριστοῦ». Τούτου τοῦ μακαρίου ἀνδρός τόν καρπόν τῆς ἡσυχίας καί τῆς κατά Θεόν σχόλης, οὐ μήν ἀλλά καί τῆς ἀπλανοῦς ἐμπειρικῆς θεολογίας τῆς διακρινούσης ἀπλανῶς τό κτιστόν καί τό ἄκτιστον καί τῆς δοκιμαζούσης «τά πνεύματα εἰ ἐκ τοῦ Θεοῦ ἐστιν» (Α’, Ἰω. δ’,1) ἐγεύθημεν πλειστάκις καί ἡμεῖς, εἰ καί ἀναξίως. Ὁ ἀναγινώσκων τόν ἱερόν αὐτοῦ βίον θαυμάζει καί δοξάζει τόν Θεόν τόν δόντα τοιαύτην ἐξουσίαν τοῖς ἀνθρώποις· «θαυμαστός γάρ ὁ Θεός ἐν τοῖς ἁγίοις αὐτοῦ» (Ψαλμ. ξζ΄, 35).
Ἀληθῶς τό βιβλίον τοῦτο ἐφάμιλλον τῶν Συναξαρίων ἐστίν καί ἰσόβαθμον, κατά ἀναλογίαν, τοῦ «Γεροντικοῦ», γραφέν ἐν ταῖς ἡμέραις ἡμῶν, διότι ὁ μακάριος Γέρων Παΐσιος ἀνεδείχθη ἰσοβάθμιος καί ἰσοστάσιος τῶν παλαιῶν ἀσκητῶν καί ἁγίων ἐν ἀσκήσει, ταπεινώσει, ὑπακοῇ, ἀκτημοσύνῃ, ξενιτείᾳ, ἡσυχίᾳ, θεοπτίᾳ, κοσμούμενος δι᾿ ἀρετῶν σπανίων καί πληρούμενος ὑπό τῆς τοῦ Παναγίου Πνεύματος Χάριτος καί ἐνεργείας, ἐκφραζομένης ταύτης διά τῶν χαρισμάτων τῆς ἀενάου προσευχῆς, ἰδίᾳ ὑπέρ τῶν κατ' ἄμφω, ψυχῇ τε καί σώματι, ἀλγούντων καί τῶν κεκοιμημένων, τῆς διοράσεως καί προοράσεως, τῶν ἰάσεων καί πλείστων ὅσων ἑτέρων χαρισμάτων.
 Ὁ κατά πλάτος καί κατά βάθος βίος αὐτοῦ, τοῦ ὄντως εὐλογημένου ἀσκητοῦ καί θεόπτου ἁγιορείτου, ὑπενθυμίζει ἡμῖν τόν λόγον τοῦ τῆς Κλίμακος ἁγίου: «σπάνιαι μέν, πλήν εἰσί ψυχαί εὐθεῖς καί ἀπόνηροι, κακίας, καί ὑποκρίσεως, καί κακεντρεχείας ἀπηλλαγμέναι, αἷς ἀντίκειται πάντῃ ἡ τῶν ἀνθρώπων συνδιατριβή, δυναμένας μετά τοῦ ὁδηγοῦντος, ὥσπερ ἐκ λιμένος τινός, τῆς ἡσυχίας, εἰς τόν οὐρανόν ἀνελθεῖν, καί τῶν κοινοβιακῶν θορύβων καί σκανδάλων διαμένειν ἀνενδεεῖς τε καί ἀπειράστους».
Ὁ βίος τοῦ μακαρίου ἀνδρός, ὁ ἀποτυπωθείς ὅσον ἔνεστιν ἐν τῷ βιβλίῳ τούτῳ, μάθημα ζώσης Θεολογίας, Χριστολογίας, Ἐκκλησιολογίας καί ἐσχατολογίας τυγχάνει. Ὁ εὐλογημένος οὗτος ἀνήρ ἐπολέμησεν «πρός τάς μεθοδείας τοῦ διαβόλου... πρός τάς ἀρχάς, πρός τάς ἐξουσίας, πρός τούς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρός τά πνευματικά τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις» (Ἐφ. στ’, 11-12), ἀπενέκρωσεν τελείως τά τῆς σαρκός πάθη ἐν προσευχαῖς καί νηστείαις καί ἀγρυπνίαις πολλαῖς, ἑώρακεν τόν Χριστόν ἐν τῇ δόξῃ Αὐτοῦ, εἶδεν τήν Θεοτόκον καί τούς ἁγίους, συνωμίλησεν μετ᾿ αὐτῶν καί ἐγεύθη τῶν δώρων τῶν χαρισθέντων ὑπ᾿ αὐτῶν, εἶδεν ἀγγέλους καί τόν φύλακα αὐτοῦ ἄγγελον καί ἐδέχθη παρ᾿ αὐτῶν φιλάνθρωπον διακονίαν, ἐπεί πνεύματα διακονικά πρός σωτηρίαν τῶν ἀνθρώπων εἰσίν ταῦτα, ἐγνώρισεν τά ἔσχατα ἀπό τῆς ζωῆς ταύτης, ἐβίωσεν τήν ἐν οὐρανοῖς Ἐκκλησίαν διά τοῦ μεταμορφωθέντος σώματος αὐτοῦ, εἰσέτι καί πρό τῆς κοιμήσεως αὐτοῦ, ἥτις κοίμησις ταυτοχρόνως μαρτυρική τε καί ὁσιακή ἐστι, μακαρία ὄντως τελείωσις, διότι «οὐκ ἔστιν οὖν τοῖς δούλοις τοῦ Θεοῦ θάνατος, ἐκδημούντων αὐτῶν ἀπό τοῦ σώματος καί πρός τόν Θεόν ἐνδημούντων, ἀλλά μετάστασις ἀπό τῶν λυπηροτέρων ἐπί τά χρηστότερα καί θυμηδέστερα, καί ἀνάπαυσις καί χαρά». Οὗτος γάρ κατηναλώθη μεγάλως εἰς τήν διακονίαν τῶν ἀδελφῶν, διότι, «πᾶς φιλόθεος ἔστι καί φιλόπονος», κατά τόν ὅσιον Μᾶρκον τόν Ἀσκητήν, ἀλλά καί «φιλάνθρωπος», κατά τόν ἅγιον Μάξιμον τόν Ὁμολογητήν, ἀσκῶν, καίτοι μοναχός, ποιμαντικήν διακονίαν, σεβόμενος πλήρως τόν ἱερόν τῆς Ἐκκλησίας θεσμόν, ἐλευθερώνων τούς κάμνοντας ἐκ τῶν δαιμονικῶν ἐπιδράσεων, τῶν ἐνεργουμένων ἐν τοῖς λογισμοῖς, ταῖς ἐπιθυμίαις καί τοῖς σώμασιν αὐτῶν, ποιῶν εὐθείας τάς τρίβους διελεύσεως τοῦ Κυρίου ἐν ταῖς τῶν ἀνθρώπων καρδίαις, ἐπιτελῶν ἰάσεις παντοδαπάς καί διδάσκων τά τοῦ Πνεύματος μυστήρια τοῖς θέλουσιν τούτοις μετασχεῖν. Ὁ θεοδίδακτος λόγος τοῦ ὁσίου τούτου ἀσκητοῦ, ὁ ἐκδοθείς εἰς τέσσαρας τόμους ὑπό τοῦ Ἱεροῦ Ἡσυχαστηρίου τοῦ ἁγίου Ἰωάννου τοῦ Θεολόγου ἐν Σουρωτῇ, μνημεῖόν ἐστι ἀνδρός μεταμορφωθέντος ὑπό τοῦ ἀκτίστου θείου Φωτός.
Ὡς γέγονεν ἐν πᾶσι τοῖς ἁγίοις, οὕτω ἐγένετο καί ἐν τῷ ἀειμνήστῳ Γέροντι Παϊσίῳ, ἤγουν τό Ἅγιον Πνεῦμα, κατά τόν λόγον τοῦ ἁγίου Συμεών τοῦ νέου Θεολόγου, καί κινεῖ τούτους, ἀλλά «καί ὑπ᾿ αὐτῶν κινεῖται αὐτό, καί γίνεται ἐν αὐτοῖς πάντα ὅσα ἐν ταῖς θείαις ἀκούεις Γραφαῖς περί τῆς βασιλείας τῶν οὐρανῶν, λεγόμενα, μαργαρίτης, κόκκος σινάπεως, ζύμη, ὕδωρ, πῦρ, ἄρτος, πόμα ζωῆς, πηγή ζῶσά τε καί ἀλλομένη, ποταμούς ῥέουσα λόγων πνευματικῶν, λόγων θείας ζωῆς-λαμπάς, κλίνη, παστάς, νυμφών, νυμφίος, φίλος, ἀδελφός καί πατήρ». Τό γάρ Πνεῦμα τό Ἅγιον ἐκίνει τόν εὐλογημένον Γέροντα, ἀλλά καί ὑπ᾿ αὐτοῦ, ἤγουν τοῦ Γέροντος Παϊσίου, τό θεῖον Πνεῦμα ἐκινεῖτο, κατά παράδοξον μέν, ἀληθῆ δέ τρόπον εἰς τό ἐνεργεῖν τοῖς δεομένοις τά δέοντα πρός σωτηρίαν αὐτῶν, ἐπεί «καί πνεύματα προφητῶν προφήταις ὑποτάσσεται» (Α’ Κορ. ιδ’, 33), ὡς καί κατά τόν Μέγαν τῆς Καισαρείας Φωστῆρα, τόν ἐν ἁγίοις Πατέρα ἡμῶν οὐρανοφάντορα Βασίλειον, ὁ Κύριος «τόπος χωρητικός τῶν δικαίων» ἐστί, ἀλλά καί «ὁ δίκαιος, τόπος τῷ Κυρίῳ (ἐστί), λαμβάνων αὐτόν ἐν ἑαυτῷ».
Ὁ Θεός ἐν τῇ ἀγάπῃ Αὐτοῦ ἔδωκεν αὐτῷ ποικίλας ἀποκαλύψεις καί χαρίσματα, ἐπιβραβεύσας τήν θαυμαστήν φιλοτιμίαν αὐτοῦ –φιλότιμος γάρ ὁ Κύριος, φιλοτίμους δούλους Αὐτῷ ποιεῖ καί ἐν αὐτοῖς ἐνεργεῖ– διότι, κατά τόν ἅγιον Μάξιμον τόν Ὁμολογητήν, «οὐδέ τό Πνεῦμα τό ἅγιον ἐν τοῖς ἁγίοις ἐνεργεῖ τάς γνώσεις τῶν μυστηρίων χωρίς τῆς κατά φύσιν ζητούσης τε καί ἐρευνώσης τήν γνῶσιν δυνάμεως... καί χωρίς τοῦ Πνεύματος οὐδέν παντελῶς ἐθεώρουν πνευματικόν». «Ὁ γάρ ἀπαθῶς τά θεῖα ζητῶν, πάντως λήψεται τό ζητούμενον». Καί ὁ εὐλογημένος οὗτος Γέρων Παΐσιος μοναχός ἁγιορείτης ἀλλ' ἐν ταὐτῷ καί παγκόσμιος, ἐζήτει δι᾿ ὅλης τῆς ζωῆς αὐτοῦ ἀπαθῶς τά θεῖα καί οὕτως ἔλαβε τά ζητούμενα, ἤγουν ποικίλα πνευματικά χαρίσματα πρός σωτηρίαν τοῖς ἐντευξαμένοις αὐτῷ.
Καί αὖθις ὁ ἐν ἁγίοις Πατήρ ἡμῶν Μάξιμος ὁ Ὁμολογητής διαλαλεῖ: «Οὐκοῦν οὔτε ἡ χάρις τοῦ ἁγίου Πνεύματος ἐνεργεῖ σοφίαν ἐν τοῖς ἁγίοις, χωρίς τοῦ ταύτην δεχομένου νοός, οὔτε γνῶσιν, χωρίς τῆς δεκτικῆς τοῦ λόγου δυνάμεως, οὔτε πίστιν, ἄνευ τῆς κατά νοῦν καί λόγον τῶν μελλόντων καί πᾶσι τέως ἀδήλων πληροφορίας, οὔτε ἰαμάτων χαρίσματα δίχα τῆς κατά φύσιν φιλανθρωπίας».
Οὕτω τά ἐν τῇ φύσει αὐτοῦ, τοῦ ἀλήστου μνήμης Γέροντος, φυσικά χαρίσματα, δοθέντα ὑπό τῆς τοῦ Θεοῦ φιλανθρωπίας, οὐ μήν ἀλλά καί ἀπό τῆς ἐν προσευχῇ καί εὐλαβείᾳ τῶν γονέων αὐτοῦ συλλήψεως, ὡς καί ἀπό τῆς εὐλογίας τοῦ ἁγίου Ἀρσενίου, διά τῆς φιλοτιμίας καί τῆς φιλοπόνου ἐργασίας αὐτοῦ, καί προξενοῦντα θαυμασμόν οὐκ ὀλίγον, μετεποιήθησαν ὑπό τοῦ Παναγίου Πνεύματος εἰς πνευματικά χαρίσματα. Ἔλαβεν γάρ σοφίαν διά τοῦ καθαροῦ νοός, γνῶσιν διά τῆς τοῦ λόγου δεκτικῆς δυνάμεως, πίστιν διά τῆς κατά νοῦν καί λόγον τῶν μελλόντων καί ἀδήλων πληροφορίας, χαρίσματα ἰαμάτων διά τῆς κατά φύσιν αὐτοῦ φιλανθρωπίας, τῆς ἐκδηλουμένης ἤγουν νυχθημέρου διακονίας τῶν ἀδελφῶν.
 Ἐγνώκαμεν οὖν καί μαρτυροῦμεν περί τοῦ ὁσίου τούτου πατρός, ὅτι οὗτός ἐστιν τοῖς πᾶσι, ἕνεκεν τοῦ Θεοῦ καί ἐν Θεῷ καί κατά Θεόν καί διά Θεόν, φίλος, ἀδελφός, πατήρ, μαργαρίτης, ζύμη, ὕδωρ, ἄρτος, πόμα ζωῆς, πηγή ζῶσα καί ἁλλομένη, ποταμός ρέων λόγων πνευματικῶν καί λόγων θείας ζωῆς, λαμπάς, κλίνη, παστάς, νυμφών, ὡς ἔχων ἐν τῇ καρδίᾳ καί ἐν ὅλῳ τῷ σώματι αὐτοῦ τόν Δεσπότην τῶν ἁπάντων. Ἐξῆλθεν, ἀληθῶς, ὁ ἱερός οὗτος ἀνήρ τῆς βιολογικῆς καί φυσικῆς αὐτοῦ οἰκογενείας, ἀποκτήσας εἰς βάθος τό χάρισμα τῆς ξενιτείας, καί εἰσῆλθεν ἐν τῇ τοῦ Ἀδάμ οἰκογενείᾳ, βιώσας τόν πόνον τῆς ἀθρωπότητος ἁπάσης, ἀκούσας τούς στεναγμούς τῶν μετά θάνατον ζώντων καί πληροφορηθείς «ἐν αἰσθήσει καί πληροφορίᾳ» τήν χαράν τῶν ἐν κόλποις Ἀβραάμ ἀναπαυομένων, ὡς ἀληθής «συμπολίτης τῶν ἁγίων καί οἰκεῖος τοῦ Θεοῦ» (Ἐφ. β’ 19).
Οὕτω κἀγώ, γοῦν, μετά τοῦ ἐν ἁγίοις Πατρός ἡμῶν Συμεών τοῦ νέου Θεολόγου, ὁμιλοῦντος περί τοῦ Γέροντος αὐτοῦ Συμεών τοῦ Εὐλαβοῦς, ἐπαναλαμβάνω, καίτοι οὐ δύναμαι ἀτενῖσαι τήν δόξαν αὐτοῦ καί «οὐκ εἰμί ἱκανός λῦσαι τόν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ» (Λουκ. γ΄, 16), ἔχων ἐν νῷ τόν πατέρα ἡμῶν Παΐσιον: «Ἐκοπίασεν ὁ μακάριος πατήρ ἡμῶν καί ἅγιος Συμεών, ὡς πολλούς τῶν πάλαι ἁγίων πατέρων ὑπερβαλέσθαι, θλίψεις δέ καί πειρασμούς τοσούτους ὑπέμεινε, ὡς ἐξισωθῆναι πολλοῖς τῶν περιφανεστέρων ἐν μάρτυσι. Διά ταῦτα οὖν ἐδοξάσθη ἀπό τοῦ Θεοῦ καί ἐγένετο ἀπαθής καί ἅγιος, λαβών ἐν ἑαυτῷ ὅλον, ὡς εἰπεῖν, τόν Παράκλητον...».
Τιμηθῆναι δεῖ τόν ἀείμνηστον πατέρα ἡμῶν Παΐσιον ἁγιορείτην μοναχόν ὡς φίλον, τέκνον καί κληρονόμον Θεοῦ, ὡς ἔμψυχον ναόν καί σκήνωμα τοῦ Θεοῦ, καί συγκαταριθμηθῆναι αὐτόν ἐν τοῖς δέλτοις τῶν ὁσίων ἀνδρῶν, εἰ καί ἕνδεκα μόλις ἔτη ἀπό τῆς ἐνδόξου, ὁσιακῆς καί μαρτυρικῆς κοιμήσεως αὐτοῦ παρῆλθον, διότι τοῦτο μέν καί οἱ λίθοι κεκράξονται περί τῆς κατά Χάριν ἁγιότητος αὐτοῦ, τοῦτο δέ «μή λανθανέτω ἡμᾶς ὅτι μία ἡμέρα παρά Κυρίῳ ὡς χίλια ἔτη, καί χίλια ἔτη ὡς ἡμέρα μία» (Β’ Πέτρ. γ’, 8-9). Ἄλλωστε κατά τόν λόγον τοῦ ἐν ἁγίοις πατρός ἡμῶν Γρηγορίου τοῦ Θεολόγου «αἰών γάρ, οὔτε χρόνος οὔτε χρόνου τι μέρος (οὐδέ μετρητόν). Ἀλλ᾿ ὅπερ ἡμῖν ὁ χρόνος, ἡλίου φορᾷ μετρούμενος, τοῦτο τοῖς ἀϊδίοις αἰών, τό συμπαρεκτεινόμενον τοῖς οὖσιν, οἷόν τι χρονικόν κίνημα καί διάστημα», καί αὖθις «αἰών ἐστιν ὁ χρόνος, ὅταν στῇ τῆς κινήσεως καί χρόνος ἐστίν αἰών, ὅταν μετρῆται, κινήσει φερόμενος».
 Τιμητέον δέ τοῦτον τόν βιαστήν ἁγιορείτην μοναχόν, τοῦτο μέν, ἐπεί παγκόσμιος πατήρ ἐγένετο, διά τῆς Χάριτος τοῦ Θεοῦ ἀναδειχθείς, καίτοι ὁ ἴδιος κατεβίβαζεν ἑαυτόν ἕως τό βάθος τῆς γῆς καί ἔθετεν ἑαυτόν ὑποκάτω πάσης κτίσεως, τοῦτο δέ, ἐπεί καύχημα καί δόξα τοῦ Οἰκουμενικοῦ Θρόνου ἐστίν, ἐπεί τό Ἅγιον Ὄρος –τό τῆς Θεοτόκου περιβόλιον– ἔνθα ἐφυτεύθη καί τό μυρίπνοον τοῦτο ἄνθος, ὡς καί ἄλλα πολλά εὐώδη καί μυρίπνοα ἄνθη, ἀνήκει ἐν τῇ πνευματικῇ ἐξουσίᾳ τοῦ Οἰκουμενικοῦ Πατριαρχείου καί ἀποτελεῖ τήν δόξαν καί τόν ἔπαινον αὐτοῦ. Καί τοῦτο ἀληθές ἐστι, διότι ἑκάστη Τοπική Ἐκκλησία καί πᾶσα ἡ ἐν τῇ Οἰκουμένῃ Ἐκκλησία ἐξωραΐζεται ὑπό τῶν αἱμάτων καί τῶν ἱδρώτων τῶν μαρτύρων καί τῶν ὁσίων ἀνδρῶν.  
Τιμητέον δέ λέγω, ἐπεί πέποιθα ἀκραδάντως ὅτι ὁ βίος, ἡ πολιτεία καί ἡ διδασκαλία τοῦ ὁσίου τούτου Πατρός, τοῦ καταυγασθέντος τῇ φωταυγείᾳ τοῦ Ἁγίου Πνεύματος καί κοσμήσαντος τήν ἔρημον τῆς Κονίτσης, τοῦ Σινᾶ καί τοῦ Ἄθω, διδάξει πάντας τό μέγα τῆς εὐσεβείας μυστήριον καί ἀποβήσεται μαρτυρία καί μαρτύριον τῆς ἐν Θεῷ ζωῆς, ἀλλά καί ἱερά ὄντως στηλογραφία, γενησόμενος, Χάριτι Θεοῦ, πατήρ τῶν ὀρφανῶν, διδάσκαλος τῶν ἀμυήτων τά θεῖα, μήτηρ τῶν ἐν ξενιτείᾳ ὄντων, ὁδηγός τῶν πλανωμένων, σιτοδότης τῶν πεινώντων τά ἐπουράνια, ὕδωρ τῶν διψώντων τήν τοῦ Θεοῦ δικαιοσύνην, ἰατρός τῶν ἀλγούντων καί τῶν ὑπό τῆς πονηρίας πνευμάτων καμνόντων, χαρμονή τῶν θλιβομένων, προστάτης τῶν ἀδικουμένων, παρηγορία τῶν κεκμηκότων, ἀπαρακλήτων τε καί ἀπηλπισμένων, στηριγμός τῶν πιστῶν, βοηθός τῶν καταπονουμένων, ὅρμος γαληνότατος τῶν ὑπό τοῦ βίου κυμάτων βασανιζομένων, τύπος φιλοτιμίας, ὑπόδειγμα μακροθυμίας, ὑπογραμμός πλούτου ἀκενώτου κενώσεως καί γέφυρα συμφιλιώσεως ἑκάστου τῶν πιστῶν μετά τοῦ Θεοῦ, ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ, ἀλλά καί μετά τῆς κτίσεως ἁπάσης, ὑποδεικνύων τόν ἀληθῆ καί ἀπλανῆ τρόπον ἐπιλύσεως τῶν τῆς ἀνθρωπίνης ὑπάρξεως προβλημάτων καί τῶν τῆς ἐκ τῆς ἀνθρωπίνης ἀλαζονείας στεναζούσης κτίσεως τοιούτων.
Παναγιώτατε Πάτερ καί Δέσποτα,
Ἐν βαθείᾳ συναισθήσει, βαθυτάτῃ ταπεινώσει καί ἀπείρῳ σεβασμῷ πρός τόν Οἰκουμενικόν Θρόνον καί πρός τήν Ὑμετέραν Θειοτάτην Παναγιότητα προσωπικῶς, ὑποβάλλω καθηκόντως, μετά πολλῶν ὁμοῦ ἑτέρων ἀδελφῶν, τήν αἴτησιν τῆς συγκαταριθμήσεως ἐν τῷ ἁγιολογίῳ τῆς Ἐκκλησίας τοῦ μακαρίου πατρός ἡμῶν Παϊσίου, τοῦ τιμωμένου ἀτύπως ὑπό χιλιάδων εὐεργετηθέντων ὑπ’ αὐτοῦ, ἐν τῇ ἀνατολῇ, τῇ δύσει, τῷ βορρᾷ καί τῷ νότῳ, ἐκ τοῦ θεολογικοῦ αὐτοῦ λόγου καί τῶν θαυματουργικῶν ἐπεμβάσεων αὐτοῦ. Ὁ ἀείμνηστος πατήρ Παΐσιος ἐσέβετο ὑπερβαλλόντως τήν Ἐκκλησίαν, τόν Οἰκουμενικόν Θρόνον καί τήν Ὑμετέραν Θειοτάτην Παναγιότητα, ὡς Αὕτη γνωρίζει κάλλιον πάντων ἀσφαλῶς.
Εἰ καί ὁ πατήρ ἡμῶν Παΐσιος ἐθεώρει ἑαυτόν ὑποκάτω πάσης κτίσεως, ὤν τῷ ὄντι ὑπεράνω πάσης κτίσεως, ἐν τούτοις ἰσχύει ἐν αὐτῷ τό λόγιον τοῦ τῆς θεολογίας ἐπωνύμου ἁγίου Γρηγορίου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, ὅ καί ἠκολούθησεν ὁ ἁγιορείτης οὗτος μοναχός ἐν ὅλῃ τῇ ζωῇ αὐτοῦ: «Τό στόμα μου ἤνοιξα καί εἵλκυσα Πνεῦμα, καί δίδωμι τά ἐμαυτοῦ πάντα, καί ἐμαυτόν τῷ Πνεύματι, καί πρᾶξιν, καί λόγον, καί ἀπραξίαν, καί σιωπήν• ...ὄργανον εἰμί θεῖον, ὄργανον λογικόν, ὄργανον καλῷ τεχνίτῃ τῷ Πνεύματι ἁρμοζόμενον καί κρουόμενον». Οὗτος ὁ ἄριστος ἀσκητής, ὁ οὐκ ἀγνοῶν τά τοῦ διαβόλου νοήματα (Β΄ Κορ. β΄, 11) καί αἰχμαλωτίσας «πᾶν νόημα εἰς τήν ὑπακοήν τοῦ Χριστοῦ» (Β΄ Κορ. ι΄, 5), ὄργανον ἦν λογικόν τῷ καλῷ τεχνίτῃ, ἤτοι τῷ Παναγίῳ Πνεύματι, τῷ ἐνεργοῦντι τήν σιωπήν, τῷ κρούοντι τόν νοῦν, τῷ ἠχοῦντι τόν λόγον καί τῷ φιλοσοφοῦντι τό φθέγγεσθαι. Καί πάντα ταῦτα ἔπραττεν πρός καταρτισμόν τῶν ἁγίων, πρός μεταμόρφωσιν καί ἀλλοίωσιν τῶν τέκνων τοῦ Θεοῦ, πρός δόξαν Θεοῦ καί ἔπαινον τῆς Ἐκκλησίας τοῦ Χριστοῦ.
Διά τῆς τοιαύτης γάρ συγκαταριθμήσεως ἐν τοῖς δέλτοις τῶν ἁγίων ἀνδρῶν, τῶν ἐν ἔργοις καί λόγοις, ἐν διδαχαῖς καί ἡσυχίᾳ λαμψάντων, ἐν μαρτυρίῳ τελειωθέντων καί ἐν ὁσιότητι κοιμηθέντων, χαρήσεται μεγάλως ἡ Ἐκκλησία πᾶσα, ἡ ἐγγύς καί ἡ μακράν, καί ὠφεληθήσεται ἅπαν τό πλήρωμα αὐτῆς. Τοῦτο γενήσεται, ἐπεί, ἐκτός ἄλλων, «ἡ μέν ἀκρόασις τῶν τοῖς πνευματικοῖς πατράσι κατορθωμάτων (ὡς τοῦ ἀειμνήστου Μεγάλου Γέροντος), τόν νοῦν καί τήν ψυχήν πρός ζῆλον διϋπνίζει• ἡ δέ διδασκαλική ἀκρόασις, πρός τήν μίμησιν τούς ζηλωτάς πέφυκεν ὁδηγεῖν», κατά τόν ἅγιον Ἰωάννην τόν Σιναΐτην.
Διά μιᾶς τοιαύτης ἱστορικῆς –τήν ἱεράν λέγω ἱστορίαν– ἀποφάσεως ὁ Γέρων Παΐσιος ἀποβήσεται ζῶσα θεολογία, διδάσκουσα πρός πάντας τόν ἀπλανῆ τρόπον τοῦ θεολογεῖν· τό ἀληθῶς βιοῦν ἐν τῇ Ἐκκλησίᾳ· τό φιλοῦν ἀπαθῶς ἕως θανάτου τούς ἀνθρώπους πάντας, ἀδιακρίτως φύλου καί φυλῆς· τό μετέρχεσθαι ἀληθῶς τό μοναχικόν ἐπάγγελμα, καθιστάμενος οὕτω πρότυπον τοῦ ὀρθοδόξου μοναχοῦ, ὡς κοινοβιάτου, ἐρημίτου καί κελλιώτου, σεβομένου τάς παραδόσεις καί τούς θεσμούς τῆς Ἐκκλησίας καί πολεμοῦντος τό «πνεῦμα» τοῦ ἐκκοσμικευμένου μοναχισμοῦ· τό συνοικεῖν μετά τῶν ἀγρίων ζώων τῶν ἀποβαλλόντων τήν ἀγριότητα αὐτῶν, δοθέντος ὅτι καί τοῦτο ἐγένετο ἐν τῇ ζωῇ τοῦ Γέροντος Παϊσίου, ὡς ὁ ἅγιος Ἰσαάκ ὁ Σῦρος φησίν: «προσπελάζουσιν αὐτῷ (τῷ δικαίῳ) ὡς δεσπότῃ ἑαυτῶν, καί σαίνουσι τάς κεφαλάς αὐτῶν, καί λείχουσι τάς χεῖρας αὐτοῦ καί τούς πόδας, διότι ἐκείνην τήν ὀσμήν τήν ἐκπνεύσασαν ἐκ τοῦ Ἀδάμ πρό τῆς παραβάσεως (ὅτε συνήχθησαν πρός αὐτόν, καί ἐπέθηκεν αὐτοῖς ὀνόματα ἐν τῷ παραδείσῳ), ὠσφράνθησαν ἐξ αὐτοῦ»· τό ὁσίως βιοῦσθαι καί κοιμᾶσθαι ἐν Κυρίῳ, καί ἀναμένειν τήν μεγάλην ἡμέραν Κυρίου καί ἐπιφανῆ· συνελόντι δέ εἰπεῖν, τό «πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστίν ἐκκλησία Θεοῦ ζῶντος, στύλος καί ἑδραίωμα τῆς ἀληθείας. καί ὁμολογουμένως μέγα ἐστί τό τῆς εὐσεβείας μυστήριον• θεός ἐφανερώθη ἐν σαρκί, ἐδικαιώθη ἐν Πνεύματι, ὤφθη ἀγγέλοις, ἐκηρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμῳ, ἀνελήφθη ἐν δόξῃ» (Α’ Τιμ. γ’, 15-16).
Ὁ ἀείμνηστος Πατήρ ἡμῶν Παΐσιος ὁ Ἁγιορείτης ἔθετεν ἑαυτόν «ὑπό τόν μόδιον», κρυπτόμενος «ἐν ἐρημίαις καί ὄρεσι καί σπηλαίοις καί ταῖς ὀπαῖς τῆς γῆς» (Ἑβρ. ια΄, 38), βραγχιάζων ἐν νυχθημέρῳ δεήσει, μή δίδων «ὕπνον τοῖς ὀφθαλμοῖς αὐτοῦ, καί τοῖς βλεφάροις αὐτοῦ νυσταγμόν καί ἀνάπαυσιν τοῖς κροτάφοις αὐτοῦ» (Ψαλμ. ρλα΄, 4), ὑπέρ τῆς οἰκουμένης ἁπάσης, ὑπέρ ζώντων καί κεκοιμημένων, καί οὕτω ἡ Ἐκκλησία, ὡς καλλίγονος καί φιλόστοργος μήτηρ, ὀφείλει θεῖναι τοῦτον «ἐπί τήν λυχνίαν», ἵνα «λάμπῃ πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ» καί οὕτω λάμπον ἐν αὐτῷ καί δι’ αὐτοῦ τό φῶς τῆς Τρισηλίου θεότητος, ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν οἱ ἄνθρωποι τά καλά ἔργα αὐτοῦ καί δοξάσωσιν τόν πατέρα αὐτῶν τόν ἐν τοῖς οὐρανοῖς (Ματθ. ε΄,14-16).
Ταῦτα ἀναφέρων τῇ Ὑμετέρᾳ Θειοτάτῃ Παναγιότητι, καί ὑποβάλλων ἐν ταυτῷ καί τό βιβλίον ὑπό τόν τίτλον «Βίος Γέροντος Παϊσίου», τό ἐκδοθέν πρότριτα ὑπό τῆς Καλύβης Ἀναστάσεως, Καψάλας Καρυῶν Ἁγίου Ὄρους, διατελῶ
μετά βαθυτάτου σεβασμοῦ
ἐξαιτούμενος τάς Πατριαρχικάς Αὐτῆς εὐχάς
Ὁ Ναυπάκτου καί Ἁγίου Βλασίου Ἱερόθεος

Εκκλησιαστική Παρέμβαση

Δεν υπάρχουν σχόλια:

Μπορείτε να δείτε τις προηγούμενες δημοσιεύσεις του ιστολογίου μας πατώντας το Παλαιότερες αναρτήσεις (δείτε δεξιά)