8/5/12

«…ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου…»

Τη 9η του μηνός Μαΐου η μνήμη του αγίου Ησαΐου του Προφήτου
Η σύγχυση των πολιτικών και του λαού της πατρίδας, η ασυνεννοησία, η έλλειψη συνειδητοποίησης της αιτίας της κατάντιας μας, η αμετανοησία των Ελλήνων, όλα αυτά περιγράφονται στα ιερά βιβλία της Παλαιάς Διαθήκης! Και τούτο γιατί οι Νεοέλληνες μοιάζουμε στους τρόπους και τη συμπεριφορά με τον παλαιό εκείνο Ισραήλ. Επαχύνθη γαρ η καρδιά του λαού μας… 
Η συνέχεια στο βιβλίο του Προφήτη Ησαΐα (κεφ.6): «ΚΑΙ ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν ᾿Οζίας ὁ βασιλεύς, εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου, καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ. 2 καὶ Σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ, ἓξ πτέρυγες τῷ ἑνὶ καὶ ἓξ πτέρυγες τῷ ἑνί, καὶ ταῖς μὲν δυσὶ κατεκάλυπτον τὸ πρόσωπον, ταῖς δὲ δυσὶ κατεκάλυπτον τοὺς πόδας καὶ ταῖς δυσὶν ἐπέταντο. 3 καὶ ἐκέκραγεν ἕτερος πρὸς τὸν ἕτερον καὶ ἔλεγον· ἅγιος, ἅγιος, ἅγιος Κύριος σαβαώθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ. 4 καὶ ἐπήρθη τὸ ὑπέρθυρον ἀπὸ τῆς φωνῆς, ἧς ἐκέκραγον, καὶ ὁ οἶκος ἐπλήσθη καπνοῦ...
5 καὶ εἶπον· ὦ τάλας ἐγώ, ὅτι κατανένυγμαι, ὅτι ἄνθρωπος ὢν καὶ ἀκάθαρτα χείλη ἔχων, ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ καὶ τὸν βασιλέα Κύριον σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου. 6 καὶ ἀπεστάλη πρός με ἓν τῶν Σεραφίμ, καὶ ἐν τῇ χειρὶ εἶχεν ἄνθρακα, ὃν τῇ λαβίδι ἔλαβεν ἀπὸ τοῦ θυσιαστηρίου, 7 καὶ ἥψατο τοῦ στόματός μου καὶ εἶπεν· ἰδοὺ ἥψατο τοῦτο τῶν χειλέων σου καὶ ἀφελεῖ τὰς ἀνομίας σου καὶ τὰς ἁμαρτίας σου περικαθαριεῖ. 8 καὶ ἤκουσα τῆς φωνῆς Κυρίου λέγοντος· τίνα ἀποστείλω, καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; καὶ εἶπα· ἰδοὺ ἐγώ εἰμι· ἀπόστειλόν με. 9 καὶ εἶπε· πορεύθητι καὶ εἰπὸν τῷ λαῷ τούτῳ· ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε· 10 ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως ἤκουσαν καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσι καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέψωσι, καὶ ἰάσομαι αὐτούς. 11 καὶ εἶπα· ἕως πότε Κύριε; καὶ εἶπεν· ἕως ἂν ἐρημωθῶσι πόλεις παρὰ τὸ μὴ κατοικεῖσθαι καὶ οἶκοι παρὰ τὸ μὴ εἶναι ἀνθρώπους, καὶ ἡ γῆ καταλειφθήσεται ἔρημος. 12 καὶ μετὰ ταῦτα μακρυνεῖ ὁ Θεὸς τοὺς ἀνθρώπους, καὶ πληθυνθήσονται οἱ ἐγκαταλειφθέντες ἐπὶ τῆς γῆς· 13 καὶ ἔτι ἐπ᾿ αὐτῆς ἔστι τὸ ἐπιδέκατον, καὶ πάλιν ἔσται εἰς προνομὴν ὡς τερέβινθος καὶ ὡς βάλανος, ὅταν ἐκπέσῃ ἐκ τῆς θήκης αὐτῆς».

Δεν υπάρχουν σχόλια:

Μπορείτε να δείτε τις προηγούμενες δημοσιεύσεις του ιστολογίου μας πατώντας το Παλαιότερες αναρτήσεις (δείτε δεξιά)