16/5/12

«Μήτι κύριε, ἐὰν λαλήσω ἔτι ἅπαξ· ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ δέκα; καὶ εἶπεν· οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν δέκα»

Το αίτημα του Αβραάμ προς τον Θεό έγινε δεκτό και δόθηκε σε εκείνον η διαβεβαίωση «οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν δέκα»! Ακολούθησε όμως η καταστροφή των Σοδόμων και της Γομόρρας, επειδή δεν βρέθηκαν ούτε δέκα δίκαιοι στις πόλεις εκείνες…
Από το 18ο κεφάλαιο της Γενέσεως
Εἶπε δὲ Κύριος· κραυγὴ Σοδόμων καὶ Γομόρρας πεπλήθυνται πρός με, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα. 21 καταβὰς οὖν ὄψομαι, εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρός με συντελοῦνται, εἰ δὲ μή, ἵνα γνῶ. 22 καὶ ἀποστρέψαντες ἐκεῖθεν οἱ ἄνδρες ἦλθον εἰς Σόδομα. ῾Αβραὰμ δὲ ἔτι ἦν ἑστηκὼς ἐναντίον Κυρίου. 23 καὶ ἐγγίσας ῾Αβραὰμ εἶπε· μὴ συναπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής; 24 ἐὰν ὦσι πεντήκοντα δίκαιοι ἐν τῇ πόλει, ἀπολεῖς αὐτούς; οὐκ ἀνήσεις πάντα τὸν τόπον ἕνεκεν τῶν πεντήκοντα δικαίων, ἐὰν ὦσιν ἐν αὐτῇ; 25 μηδαμῶς σὺ ποιήσεις ὡς τὸ ρῆμα τοῦτο, τοῦ ἀποκτεῖναι δίκαιον μετὰ ἀσεβοῦς, καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής..
μηδαμῶς· ὁ κρίνων πᾶσαν τὴν γῆν, οὐ ποιήσεις κρίσιν; 26 εἶπε δὲ Κύριος· ἐὰν ὦσιν ἐν Σοδόμοις πεντήκοντα δίκαιοι ἐν τῇ πόλει, ἀφήσω ὅλην τὴν πόλιν καὶ πάντα τὸν τόπον δι᾿ αὐτούς. 27 καὶ ἀποκριθεὶς ῾Αβραὰμ εἶπε· νῦν ἠρξάμην λαλῆσαι πρὸς τὸν Κύριόν μου, ἐγὼ δέ εἰμι γῆ καὶ σποδός· 28 ἐὰν δὲ ἐλαττονωθῶσιν οἱ πεντήκοντα δίκαιοι εἰς τεσσαρακονταπέντε, ἀπολεῖς ἕνεκεν τῶν πέντε πᾶσαν τὴν πόλιν; καὶ εἶπεν· οὐ μὴ ἀπολέσω, ἐὰν εὕρω ἐκεῖ τεσσσαρακονταπέντε. 29 καὶ προσέθηκεν ἔτι λαλῆσαι πρὸς αὐτόν, καὶ εἶπεν· ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ τεσσαράκοντα; καὶ εἶπεν· οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν τεσσαράκοντα. 30 καὶ εἶπε· μή τι κύριε, ἐὰν λαλήσω; ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ τριάκοντα; καὶ εἶπεν· οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν τριάκοντα. 31 καὶ εἶπεν· ἐπειδὴ ἔχω λαλῆσαι πρὸς τὸν κύριον· ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ εἴκοσι; καὶ εἶπεν· οὐ μὴ ἀπολέσω, ἐὰν εὕρω ἐκεῖ εἴκοσι. 32 καὶ εἶπε· μήτι κύριε, ἐὰν λαλήσω ἔτι ἅπαξ· ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ δέκα; καὶ εἶπεν· οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν δέκα. 33 ἀπῆλθε δὲ ὁ Κύριος, ὡς ἐπαύσατο λαλῶν τῷ ῾Αβραάμ, καὶ ῾Αβραὰμ ἀπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ.

Δεν υπάρχουν σχόλια:

Μπορείτε να δείτε τις προηγούμενες δημοσιεύσεις του ιστολογίου μας πατώντας το Παλαιότερες αναρτήσεις (δείτε δεξιά)