16/3/13

"Ασπασμός άγιος" του Αρχιεπισκόπου Κύπρου "τῷ ἀγαπητῷ ἀδελφῷ, τῷ Ἁγιωτάτῳ Πάπᾳ"

Τῷ Ἁγιωτάτῳ Πάπᾳ τῆς πρεσβυτέρας Ρώμης, ἀγαπητῷ ἀδελφῷ, κυρίῳ Φραγκίσκῳ Α΄, ἀσπασμόν ἅγιον ἐν Χριστῷ Ἰησοῦ.
Χαρᾷ πολλῇ καὶ ἰδιαιτέρᾳ ἐλάβομεν γνῶσιν τῆς ἐκλογῆς τῆς Ὑμετέρας Σεβασμίας Ἁγιότητος, ὡς νέου Προκαθημένου τῆς Ρωμαιοκαθολικῆς Ἐκκλησίας, εἰς διαδοχὴν τοῦ παραιτηθέντος ἀγαπητοῦ ἡμῖν ἐν Χριστῷ Ἀδελφοῦ Πάπα Βενέδικτου τοῦ ΙΣΤ΄.
Συγχαίροντες θερμότατα τῇ Ὑμετέρᾳ Ἁγιότητι ἐπὶ τῇ ἀναρρήσει αὐτῆς εἰς τὸν Παπικὸν Θρόνον τῆς πρεσβυτέρας Ρώμης, εὐχόμεθα πάσῃ ψυχῇ ὑγιείαν ἀκλόνητον, μακρότητα ἡμερῶν καὶ πλήρη εὐόδωσιν τῶν ἀγαθῶν αὐτῆς σκέψεων καὶ ἐνεργειῶν ὑπὲρ τῆς ἀμωμήτου χριστιανικῆς ἡμῶν πίστεως.

Προσβλέπομεν μετὰ μεγάλης ἐλπίδος εἰς τὴν περαιτέρω προώθησιν καὶ σύσφιγξιν τῶν σχέσεων μεταξύ των δύο ἀδελφῶν ἡμῶν παλαιφάτων Ἐκκλησιῶν Ρώμης καὶ Κύπρου.
Ἀπονέμοντες δὲ τῇ Ὑμετέρᾳ Ἁγιότητι ἐγκάρδιον τὸν ἐν Χριστῷ ἀσπασμὸν ἡμῶν, διατελοῦμεν
Ἐν τῇ Ἱερᾷ Ἀρχιεπισκοπῇ Κύπρου,
τῇ 14ῃ Μαρτίου 2013,
Τῆς Ὑμετέρας Ἁγιότητος
ἀγαπητὸς ἐν Κυρίῳ Ἀδελφός
† ὁ Κύπρου Χρυσόστομος

Δεν υπάρχουν σχόλια:

Μπορείτε να δείτε τις προηγούμενες δημοσιεύσεις του ιστολογίου μας πατώντας το Παλαιότερες αναρτήσεις (δείτε δεξιά)